Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 11.10 Dem. 11.13 (English) >>Dem. 11.17

11.11κἀκεῖνοι μὲν μετὰ πάντων ἀγωνίζονται πρὸς τοὺς ἀντιταχθέντας, τοῖς δὲ καὶ τῶν ἐν τοῖς πολέμοις κακῶν οὐκ ἐλάχιστον μέρος μέτεστιν, καὶ χωρὶς ἰδίᾳ τὸν τρόπον τὸν τοῦ βασιλέως φοβεῖσθαι συμβέβηκεν. ἔτι δὲ τῶν μὲν πολλῶν ἐὰν ἁμάρτῃ τις, ζημίας κατὰ τὴν ἀξίαν εἴληφεν· οἱ δʼ ὅταν μάλιστα κατορθώσωσι, τότε μάλιστα σκορακίζονται καὶ προπηλακίζονται παρὰ τὸ προσῆκον. 11.12καὶ τούτοις οὐδʼ ἂν εἷς εὖ φρονῶν ἀπιστήσειεν· οὕτω γὰρ φιλότιμον αὐτὸν εἶναί φασιν οἱ συνδιατρίψαντες ὥστε βουλόμενον τὰ κάλλιστα τῶν ἔργων πάνθʼ αὑτοῦ δοκεῖν εἶναι μᾶλλον ἄχθεσθαι τῶν στρατηγῶν καὶ τῶν ἡγεμόνων τοῖς ἄξιον ἐπαίνου τι πράξασιν τοῖς ὅλως ἀποτυχοῦσι. 11.13πῶς οὖν, εἴπερ ἐστὶ ταῦτα τοιαῦτα, πιστῶς ἤδη πολὺν χρόνον αὐτῷ παραμένουσιν; ὅτι νῦν μέν, ἄνδρες Ἀθηναῖοι, τὸ κατορθοῦν αὐτὸν ἐπισκοτεῖ πᾶσι τοῖς τοιούτοις· αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας τῶν ἀνθρώπων εἰσίν· εἰ δέ τι πταίσει, τότʼ ἀκριβῶς διακαλυφθήσεται ταῦτα πάντα. συμβαίνει γάρ, ὥσπερ ἐν τοῖς σώμασιν ἡμῶν· 11.14ὅταν μὲν ἐρρωμένος τις, οὐδὲν ἐπαισθάνεται τῶν καθʼ ἕκαστα σαθρῶν, ἐπὰν δʼ ἀρρωστήσῃ, πάντα κινεῖται, κἂν ῥῆγμα κἂν στρέμμα κἂν ἄλλο τι τῶν ὑπαρχόντων μὴ τελέως ὑγιεινόν· οὕτω καὶ τῶν βασιλειῶν καὶ ἁπασῶν τῶν δυναστειῶν, ἕως μὲν ἂν ἐν τοῖς πολέμοις κατορθῶσιν, ἀφανῆ τὰ κακά ἐστι τοῖς πολλοῖς, ἐπὰν δέ τι πταίσωσιν, νῦν παθεῖν εἰκὸς ἐκεῖνον μεῖζον φορτίον καθʼ αὑτὸν αἰρόμενον, γίγνεται φανερὰ τὰ δυσχερῆ πάντα τοῖς ἅπασιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 11.10 Dem. 11.13 (English) >>Dem. 11.17

Powered by PhiloLogic